Ύμνος Ποσειδῶνος, θυμίαμα σμύρναν
Κλῦθι, Ποσειδάον γαιήοχε, κυανοχαῖτα,
ἵππιε, χαλκοτόρευτον ἔχων χείρεσσι τρίαιναν·
ὃς ναίεις πόντοιο βαθυστέρνοιο θέμεθλα,ποντομέδων, ἁλίδουπε, βαρύκτυπος, ἐννοσίγαιε,
κυμοθαλής, χαριτῶπα, τετράορον ἅρμα διώκων,
εἰναλίοις ῥοίζοισι τινάσσων ἁλμυρὸν ὕδωρ,
ὃς τριτάτης ἔλαχες μοίρης βαθὺ χεῦμα θαλάσσης,
κύμασι τερπόμενος, θηρσίν θ' ἅμα, πότνιε δαῖμον.
ἕδρανα γῆς σῴζοις καὶ νηῶν εὔδρομον ὁρμήν,
εἰρήνην, ὑγίειαν ἄγων, ἠδ' ὄλβον ἀμεμφῆ.
No comments:
Post a Comment